XXVIII Πέρας οὖν ἔχοντος τοῦ παράπλου κλεισθήσονται πάλιν αἱ θύραι, καὶ ἡ σπάρτος ἑλκυσθεῖσα ἐκσπάσει τὸ περόνιον καὶ καταρρίψει τὸ ὀθόνιον, ἐν ᾧ ἔσται ὁ Ναύπλιος γεγραμμένος ὁ τὸν πυρσὸν ἠρκὼς καὶ ἡ Ἀθηνᾶ. καὶ ἀνοιχθέντος τοῦ πίνακος αἱ μὲν νῆες οὐ φαίνονται, 272 τὰ δὲ | προειρημένα. δεήσει δὲ καὶ τὸν πυρσὸν εὐθὺς ἀνακαίεσθαι. ποιήσομεν οὖν καὶ τὰ κατὰ τὸν πυρσὸν οὕτως· ἔσται ἡμῖν ἐπὶ τοῦ ἐπιστύλου καὶ τῶν τριγλύφων σανὶς ἐπισκοτοῦσα διʼ ὅλου τοῦ πίνακος, ἥτις ἐπικαλύψει τήν τε ἐξελίκτραν τὴν τὸν παράπλουν ἄγουσαν καὶ τὴν τοῦ πυρὸς πραγματείαν καὶ τὴν τῆς μηχανῆς ἔπαρσιν, ἵνα μηδὲν τῶν προειρημένων εἰς τὸ κατὰ πρόσθεν μέρος τοῦ πίνακος 1—2 f. τὸν 〈Γ ∠〉 ἄξονα 2 f. ὡς 〈ὁ τρόχιλος〉 f. τὸ Κ. cf. p. 426, 2 3 f. 〈ἔστω〉 τῷ 7—8 ἐκσπάσει AG: καὶ σπάσει T1, corr. T2 13 οὐ AG: ἐ T (ἐφαίνονται): an οὐκέτι? 15 καὶ om. G 19 ἐπιστύλου AG: στύλου T: ἐπιστυλίου Prou. 23 πυρὸς: f. πυρσοῦ 24 ἔπαρασιν G 25 κατὰ πρόσθεν A T: καταπρόσθεν G: κάτω πρόσθεν Prou. cf. p. 352, 8 432, 4 φαίνηται· ὅπως δὲ μὴ ἀλόγως ἡ σανὶς ἐπικειμένη ᾖ , ἀετὸς προστίθεται αὐτῇ καθάπερ δὴ ναΐσκῳ· τὰ δὲ ἀπολειπόμενα ἑκατέρωθεν πτερύγια τῆς σανίδος ἐπιφύεται μέλανι ἢ ἀέρι· τίθεται δὲ ἐχομένη τῆς ἐξελίκτρας ἡ μηχανή. τῆς δὲ μηχανῆς ἐκ τοῦ ἄλλου μέρους ἡ τοῦ πυρσοῦ γίνεται κατασκευὴ τοιαύτη οὖσα. ἐκ λεπίδων χαλκῶν δεῖ ποιῆσαι καθάπερ κιβωτάριον πῶμα μὴ ἔχον, ἀλλὰ ἀχανές. τοῦτο δὲ δεῖ στῆσαι ὀρθὸν ὀπίσω τῆς σανίδος τῆς ἐπικαλυπτούσης καὶ καθηλῶσαι πρὸς τὴν πλευρὰν τοῦ πλινθίου. ἐχέτω δὲ τὸ μὲν ἔδαφος τὸ κιβωτάριον πρὸς τῇ σανίδι, τὸ δὲ χάσμα ἔξω βλέπον τῆς σανίδος. ἐκ δὲ τῆς ἄνω πλευρᾶς τοῦ κιβωταρίου ἐκκεκόφθω ὀπὴ διαφαίνουσα ὡσεὶ θυρίς, ὥστε ὅταν λύχνος καιόμενος τεθῇ εἰς τὸ κιβωτάριον, τὸ τῆς φλογὸς αὐτοῦ διήκειν ἄκρον εἰς τὸ ἄνω μέρος τοῦ κιβωταρίου διὰ τῆς ὀπῆς. τούτου δὲ ὑπάρχοντος ὁ λύχνος ὑποκείσθω καιόμενος. ἄλλῳ δὲ λεπιδίῳ χαλκῷ τριγώνῳ καταπωμάζομεν τὴν ὀπήν, ὥστε ἀποκεκλεῖσθαι τὴν φλόγα. ἐπάνω δὲ τοῦ κιβωταρίου καὶ τῆς πεπωμασμένης λεπίδος ἐπιτίθημι ξύσματα τεκτονικὰ ξηρότατα. οὐκοῦν ὅταν ἀποσπάσω τὸ λεπίδιον τὸ πεπωμακὸς τὴν ὀπήν, ἡ φλὸξ τοῦ λύχνου 1 ἐπικειμένη Μ (idem proposuerat Schoene l. l. p 75): ἑπιμήκειμένη A T : ἐπιμήκει κει μένη G (altero κει a manu rec. deleto): ἐπιμ〈έν〉ῃ κειμένη Haase: ἐφʼ κεῖται Prou ᾖ prae- eunte edit. Parisin. inserui (ἐπὶ μὴ κειμένη ed. Paris.,  ῾ *f. ᾖ᾿  in margine) 2 προστίθηται Prou αὐτῇ AG: τῇ T 3 ἀπο- λιπόμενα T 3—4 ἐπιφύεται a: f ἐπιφύρεται (synon. μολύνω 450, 4—5): ἐπιχρίεται R. Schoene l. l. p. 75. cf. Dioptr. 188, 12 12 βλέπον T 13 κιβωταρίου T mg. (cf. p. 444, 3. 6): κι- βώτρου T: κιβω (═ κιβώτρου?) AG: κιβωτοῦ Leid. Scalig 45 14 εἰς om T 16 τοῦτο T f δὲ 〈οὕτως〉 18 κατὰ πωμάζομεν AT: κατὰ πωματίζομεν G ἅψεται τῶν ξυσμάτων, καὶ εὐθύς ἀνακαυθήσεται. πρὶν δὲ τὰ ξύσματα καυθῆναι, οὐ βλέπεται ἡ τοῦ λύχνου φλὸξ κεκρυμμένη ἐν τῷ κιβωταρίῳ· καὶ γὰρ ξύλινον ἐπιούριον ἕξει, ἐὰν βουλώμεθα τελείως πάντοθεν πωμάσαντες ἀόρατον ποιῆσαι τὴν φλόγα. ἵνα δὲ ἀσφαλῶς μένῃ ὁ λύχνος ἐν τῷ κιβωταρίῳ, περόνιον 1 f. εὐθὺς 〈ταῦτα〉 3 γὰρ AG: τὸ T 4 ἐπιούριον AT: ἐπίουρον G: f. κλειθρίον, nisi f. v. 3 καὶ γὰρ usque ad vers. 5 φλόγα delenda sunt. vid. proleg. ad fig. 107 ἔστω ὑπερέχον ἐκ τοῦ κάτω μέρους. ὁ δὲ λύχνος. ἔστω τῶν εἰς τοὺς λαμπτῆρας ἐμβαλλομένων καὶ περιτιθεμένων περὶ περόνην. ἵνα οὖν περὶ τὸν καθήκοντα καιρὸν αὐτόματον ἀνοιχθῇ τὸ λεπίδιον, παρατίθημι ἀξόνιον ἀπέχον ἀπὸ τοῦ πυρός. ἐκ δὲ τῆς λεπίδος ἁλυσείδιον ἐνάψας ἐξέδησα εἰς τὸ ἀξόνιον, ὅπως ὅταν ἐπιστραφῇ τὸ ἀξόνιον, περιειληθῇ τὸ ἁλυσείδιον καὶ ἐπισπάσηται τὸ λεπίδιον. ἐπιστρέψει δὲ ὁμοίως τὸ ἀξόνιον σπάρτος ἐκ τῆς λείας περὶ τύλον. ἔστω δὲ τὸ λεπίδιον τὸ Α, ἁλυσείδιον δὲ περὶ τοὺς τύλους τὸ Β, ἄξων δὲ τὸ Γ, τύλος δὲ τὸ ∠, σπάρτος δὲ ἡ περὶ τὸν τύλον τὸ Ε.