III. 156 Ἔστι δὲ καὶ ἄλλος καλούμενος μέσος πνικτὸς διαβήτης τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ καμπύλῳ σίφωνι. Ἔστω γὰρ ἀγγεῖον ὁμοίως πλῆρες ὕδατος τὸ ΑΒ· διὰ δὲ τοῦ πυθμένος αὐτοῦ διώσθω σωλὴν ὁ Γ∠ συνεστεγνωμένος τῷ πυθμένι καὶ ὑπερέχων εἰς τὸ κάτω μέρος· τὸ δὲ Γ στόμιον αὐτοῦ μὴ συνεγγιζέτω τῷ στόματι τοῦ ΑΒ ἀγγείου. ἕτερος δὲ σωλὴν περικείσθω. τῷ Γ∠ ὁ ΕΖ ἀπέχων ἀπʼ αὐτοῦ πάντοθεν τὸ ἴσον· καὶ τὸ μὲν ἄνω στόμιον αὐτοῦ ἐπιπεφράχθω λεπιδίῳ τῷ ΕΗ ἀπέχοντι ἀπὸ τοῦ Γ στομίου βραχύ· τὸ δὲ κάτω στόμιον τοῦ ΕΖ σωλῆνος ἀπεχέτω ἀπὸ τοῦ πυθμένος τοῦ ΑΒ ἀγγείου ὅσον ὕδατι διάρρυσιν. τούτων δὲ οὕτως ἐχόντων ἐὰν ἐπισπασώμεθα ὁμοίως διὰ τοῦ ∠ στομίου τὸν ἐν τῷ Γ∠ σωλῆνι ἀέρα, συνεπισπασόμεθα καὶ τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ, ὥστε ἐκρεῖν. καὶ τότε πᾶν ῥεύσεται τὸ ἐν τῷ ΑΒ ἀγγείῳ a 2—4 Ἔστι δὲ . . . σίφωνι ═ b 19—21: Ἔστι δὲ καὶ ἄλλος σίφων πνικτὸς διαβήτης καλούμενος τὴν αὐτὴν ἐνέργειαν ἔχων τῷ καμπύλῳ. 1 δεύτερον T 2 πνικτὸς Vindobon. 120: πνικτικὸς A (πνιτικὸς G): πνυκτὸς G2: πνυκτικὸς T ἴσως πνευματικός Riccard. 47 m. 2; cf. p. 90, 19. 96, 3 6 δὲ Tb: om.  AG 13 ἀπὸ om. T1, add. T2 17 συνεπισπασώμεθα aB: correxi ex CP 6 αὐτοῦ aB: αὐτῷ CP, ipsius L 8 συνεγγιζέτω a: ἔστω ἐπʼ εὐθείας bL (sit in recta) 10 τῷ γδ εὐρύτερος αὐτοῦ bL πάντοθεν om. L 12 τῷ aBC: τὸ P 13 ἀπὸ om. b 14 διάρρυσιν a: διάρρυσιν εἶναι b 15 δὲ a: δὴ b γείῳ ὕδωρ διὰ τῆς ἐκτὸς τοῦ σίφωνος ὑπεροχῆς· ὁ γὰρ ἀὴρ ὁ μεταξὺ τῆς ἐπιφανείας τοῦ ὑγροῦ καὶ τοῦ ΕΖ ὀλίγος ὢν δύναται χωρῆσαι εἰς τὸν Γ∠ σωλῆνα καὶ συνεπισπάσασθαι τὸ ὑγρόν· οὐ στήσεται δὲ ἡ ῥύσις διὰ τὴν ἐκτὸς ὑπεροχὴν (μὴ γὰρ ὄντος τοῦ ΕΖ παύσεται ῥέον, ὅταν ἡ ἐπιφάνεια τοῦ ὑγροῦ κατὰ τὸ Γ γένηται, τῆς ὑπεροχῆς μενούσης), ἀλλὰ τῷ μὴ ἀντεισκρίνεσθαι ἀέρα, τοῦ ΕΖ ὅλου καθʼ ὕδατος ὄντος· ὁ γὰρ εἰσκρινόμενος ἀὴρ χωρήσει εἰς τὸ ΑΒ ἀγγεῖον ἀντὶ τοῦ ἐπεξιόντος ὕδατος· πᾶν γὰρ τὸ ἐκτὸς στόμιον τοῦ σωλῆνος πρὸς τὸ ὕδωρ ἀεὶ ταπεινότερόν ἐστι τῆς ἐν τῷ ἀγγείῳ τοῦ ὕδατος ἐπιφανείας. μηδέποτε δὲ δυναμένης μιᾶς ἐπιφανείας γενέσθαι, πᾶν ἐκκρίνει 157 τὸ | ὕδωρ, καὶ τῷ μείζονι βάρει ἡ ἕλξις γίνεται. ἐὰν οὖν μὴ βουλώμεθα τῷ στόματι ἐπισπᾶσθαι τὸν ἐν τῷ Γ∠ σωλῆνι ἀέρα, προσεπιχέομεν εἰς τὸ ΑΒ ἀγγεῖον ὕδωρ, ἄχρις ἄν ὑπερχυθὲν διὰ τοῦ Γ∠ σωλῆνος τὴν ἀρχὴν τῆς ῥεύσεως λάβῃ. καὶ οὕτως πάλιν πᾶν κενωθήσεται τὸ ἐν τῷ ΑΒ ἀγγείῳ ὕδωρ. καλεῖται δέ, ὡς εἴρηται, ὁ Γ∠ΚΖ πνικτὸς σίφων ἢ πνικτὸς διαβήτης.