Ι. Τούτων δὴ προτεθεωρημένων στοιχείου ἕνεκα γράφομεν καὶ περὶ τῶν καμπύλων σιφώνων· εἰς πολλὰ γὰρ τῶν πνευματικῶν εὔχρηστοι τυγχάνουσιν. Ἔστω γὰρ καμπύλος σίφων, τουτέστι σωλήν, ὁ ΑΒΓ, οὗ τὸ μὲν ΑΒ σκέλος ἔστω ἐν ἀγγείῳ τῷ ∠Ε πλήρει ὄντι ὕδατος. ἔστω δὲ ἡ τοῦ ὕδατος ἐπιφάνεια, 4 〈ἁθροῦν〉 inser Diels: cf. lin. 9 10 f. οὐκ del., cf. p.16, 21 14 πάνυ AG: πάνυ τοι Tb: πάνυ τι J. G. Schneider 16 caput distinguunt AGb: in libris decurtatis capita Graece numerantur (v. prolegom.); in his sicut in caput α a verbis ἔστω γὰρ lin. 20 incipit. 17 δὴ b: δὲ a 4 λέγομεν κενὸν tr. b 7 ἐκχωρ a (-ρεῖ T): ἐγχωρῇ bL 11 γενόμενον a: γινόμενον b 17 γράφομεν aCP: φράφομεν B, ω supra scripsit m. 1 a verbis τούτων δὴ incipit P κατὰ τὴν εὐθεῖαν, ἐφʼ ἧς ἐστιν ἡ ΖΗ, καὶ τὸ τοῦ καμπύλου σίφωνος σκέλος τὸ ΑΒ πληρωθήσεται ὕδατος ἄχρι τῆς ΖΗ εὐθείας, τουτέστι τὸ ΑΘ μέρος αὐτοῦ· τὸ δὲ ΘΒΓ πλῆρες ἔσται ἀέρος. ἐὰν οὖν διὰ τοῦ Γ στομίου ἐπισπασώμεθα τῷ στόματι τὸν εἰρημένον ἀέρα, συνεπακολουθήσει καὶ τὸ ὑγρὸν διὰ τὸ μὴ δύνασθαι, ὡς προείρηται, κενὸν ἄθρουν ὑπάρξαι τόπον. καὶ εἰ μὲν τὸ Γ στόμιον τοῦ σίφωνος ἐπʼ εὐθείας ἐστὶ τῇ ΖΗ, πληρωθεὶς τοῦ ὕδατος οὐκέτι ῥεύσει ὁ σίφων, ἀλλὰ μενεῖ πλήρης· ὥστε τὸ ΑΒΓ μέρος αὐτοῦ πεπληρῶσθαι ὕδατος, καίτοι παρὰ φύσιν οὔσης τῆς 153 εἰς τὸ ἄνω μέρος αὐτῷ φορᾶς· ἀλλʼ ὥσπερ | ζυγοῦ τινος ἰσορρόπησιν ἔχον τὸ ὕδωρ μενεῖ ἄνω τε μετεωρισθὲν κατὰ τὸ ΘΒ μέρος καὶ κάτω κρεμάμενον κατὰ τὸ ΒΓ. ἐὰν δὲ τὸ ἐκτὸς στόμιον τοῦ σίφωνος κατώτερον τῆς ΖΗ εὐθείας, ὥσπερ τὸ Κ, ῥέει τὸ ὕδωρ, ἐπειδήπερ τὸ ἐν τῷ ΚΒ μέρει βαρύτερον ὂν τοῦ ἐν τῷ ΒΘ κατακρατεῖ καὶ ἐπισπᾶται· ἐπὶ τοσοῦτον μέντοι ῥέει, ἕως ἂν τὸ Κ στόμιον ἐπʼ εὐθείας γένηται τῇ τοῦ ὕδατος ἐπιφανείᾳ· καὶ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν οὐκέτι ῥεύσει. ἐὰν δὲ τὸ ἐκτὸς στόμιον τοῦ σωλῆνος κατωτέρω ᾖ τοῦ Α, ὥσπερ τὸ Λ, ῥέει, ἄχρις ἂν ἡ τοῦ ὕδατος ἐπιφάνεια γένηται πρὸς τῷ Α στομίῳ. ἐὰν οὖν βουλώμεθα πᾶν κενωθῆναι τὸ ἐν τῷ ἀγγείῳ ὕδωρ, καθήσομεν τὸν σίφωνα, ὥστε τὸ Α στόμιον ψαύειν τοῦ πυθμένος τοῦ ἀγγείου ἀπέχον τοσοῦτον ὅσον ὕδατος διάρρυσιν. 4 ἔστω T 12 αυτω Α: αὐτοῦ (ου corr. G) GTbL 17 μέρος G2T βαθύτερον T1, corr. T2 18 ἐν τῷ bL: om. a 21 ἐὰν b: εἰ a 22 κατωτέρω AGT2: κατώτερον T1b