ὅπερ ἐπιβάλλει τῇ πόλει, τοῦτο εἴσφερε φθάνων· καὶ οὐδέποτε αἰτηθήσῃ τὰ μὴ ἐπιβάλλοντα. ὥσπερ ὁ ἥλιος οὐ περιμένει λιτὰς καὶ γοητείας, ἵνʼ ἀνατείλῃ, ἀλλʼ εὐθὺς λάμπει καὶ πρὸς ἁπάντων ἀσπάζεται, οὕτω μηδὲ σὺ περίμενε κρότους καὶ ψόφους καὶ ἐπαίνους, ἵνʼ εὐποιήσῃς, ἀλλʼ ἑκοντὴς εὐεργέτει καὶ ἴσα τῷ ἡλίῳ φιληθήσῃ.