μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοίχους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἑλλάδος παιδείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευομένων διακόσμει. γνώμαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις; ἀλλʼ οὐ λίθοις καὶ ξύλοις. ὥσπερ, εἰ λέοντας ἐβούλου τρέφειν, οὐκ ἄν σοι τῆς πολυτελείας τῶν ζωγρείων ἔμελεν, ἀλλὰ τῆς πράξεως τῶν ζῴων· οὕτως, εἰ πολιτῶν πειρᾷ προίστασθαι, μὴ τοσοῦτον τῆς πολυτελείας τῶν ἀναστημάτων φρόντιζε, ὁπόσον τῆς ἀνδρείας τῶν ἐνδιατριβόντων ἐπιμελοῦ. καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέφει μὲν ἐπʼ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ. καθάπερ οὔτε κλαγγῇ χὴν οὔτε βληχῇ καταπλήσσεται πρόβατον, οὕτω μηδὲ πλήθους ἀνοήτου σε δεδιττέσθω φωνή. ὥσπερ πλῆθος ἀκρίτως αἰτοῦν τί σε τῶν ἰδίων οὐ δυσωπεῖ, οὕτω μηδὲ ὄχλον ἀδίκως σε δυσωποῦντα διατραπῇς.