μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς ἀληθείας ἀπόφευγε. εἰ θέλεις καλῶς ἀκούειν, μάθε καλῶς λέγειν· μαθὼν δὲ καλῶς λέγειν πειρῶ καλῶς πράττειν καὶ οὕτω καρπώσῃ τὸ καλῶς ἀκούειν.