καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δικαίου οὐδὲν δικαιότερον. ὥσπερ οἱ ἐπὶ τῶν λιμένων πυρσοὶ διʼ ὀλίγων φρυγάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωμέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαμπρὸς ἐν πόλει χειμαζομένῃ αὐτὸς ὀλίγοις ἀρκούμενος μεγάλα τοὺς πολίτας εὐεργετεῖ.