οὐδεὶς φιλοχρήματος καὶ φιλήδονος καὶ φιλόδοξος φιλάνθρωπος, ἀλλὰ μόνος ὁ φιλόκαλος. ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μεγάλῃ καὶ γλαφυρᾷ καὶ πολυχρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ αὐλιζόμενος χειμάζεσθαι. ὥσπερ ἀληθὴς ζυγὸς οὔτε πρὸς ἀληθοῦς εὐθύνεται ζυγοῦ οὔθʼ ὑπὸ ψευδοῦς κρίνεται, οὕτω καὶ ὁ δίκαιος κριτὴς οὔθʼ ὑπὸ δικαίων εὐθύνεται οὔτε παρʼ ἀδίκοις δικάζεται. ὥσπερ τὸ εὐθὺ εὐθέος οὐ δεῖται, οὕτως οὐδὲ τὸ δίκαιον δικαίου. μὴ πρότερον ἐν ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν ἂν αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς.