ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, καταφρονήσῃ· ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ. οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας.