ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ. ὥσπερ λύκος ὅμοιον κυνί, οὕτω καὶ κόλαξ καὶ μοιχὸς καὶ παράσιτος ὅμοιον φίλῳ. πρόσεχε τοιγαροῦν, μὴ ἀντὶ κυνῶν φυλάκων λάθῃς λυμεῶνας εἰσδεχόμενος λύκους. τὸ μὲν γύψῳ λευκανθίζουσαν σπουδάζειν θαυμάζεσθαι τὴν οἰκίαν ἀπειροκάλου, τὸ δὲ ἦθος χρηστότητι κοινωνίας λαμπρύνειν φιλοκάλου ἅμα καὶ φιλανθρώπου. ἐὰν θαυμάζῃς τὰ μικρὰ πρὸ τῶν μεγάλων, καταφρονήσῃ· ἐὰν δὲ καταφρονήσῃς τῶν μικρῶν μεγάλως, θαυμασθήσῃ. οὐδὲν μικρότερον φιλοκερδείας καὶ φιληδονίας καὶ ἀλαζονείας· οὐδὲν κρεῖσσον μεγαλοφροσύνης καὶ ἡμερότητος καὶ φιλανθρωπίας καὶ εὐποιίας.