μὴ πίναξι καὶ γραφαῖς τὴν οἰκίαν σου περίβαλλε, ἀλλὰ σωφροσύνῃ κατάγραφε. τὸ μὲν γὰρ ἀλλοῖον τῶν ὀφθαλμῶν ἐστιν ἐπίκαιρος γοητεία, τὸ δὲ σύμφυτος καὶ ἀνεξάλειπτος καὶ ἀίδιος οἰκίας κόσμος. ἀντὶ βοῶν ἀγέλης πειρῶ φίλων ἀγέλας ἐναγελάζεσθαί σου τῇ οἰκίᾳ.