ἐλευθερία καὶ δουλεία, τὸ μὲν ἀρετῆς ὄνομα, τὸ δὲ κακίας, ἄμφω δὲ προαιρέσεως ἔργα. οἷς δὲ προαίρεσις οὐ κοινωνεῖ, τούτων ψαύει μὲν οὐδέτερον· τύχη δὲ δεσπόζειν εἴωθε σώματος καὶ ὅσα τῶν ἀμφὶ σῶμα προαιρέσεως ἀκοινώνητα. οὐδεὶς γὰρ δοῦλος τὴν προαίρεσιν ὑπάρχων ἐλεύθερος. κακὸς δεσμὸς σώματος μὲν τύχη, ψυχῆς δὲ κακία. ὁ μὲν γὰρ τὸ σῶμα λελυμένος, τὴν δὲ ψυχὴν δεδεμένος δοῦλος· ὁ δʼ αὖ τὸ σῶμα δεδεμένος, τὴν δὲ ψυχὴν λελυμένος ἐλεύθερος. τὸν μὲν τοῦ σώματος δεσμὸν λύει καὶ φύσις διὰ θανάτου καὶ κακία διὰ χρημάτων, τὸν δὲ τῆς ψυχῆς ἀρετὴ διὰ μαθήσεως καὶ ἐμπειρίας καὶ ἀσκήσεως. εἰ βούλει ἀταράχως καὶ εὐαρέστως ζῆν, πειρῶ τοὺς συνοικοῦντάς σοι σύμπαντας ἀγαθοὺς ἔχειν· ἕξεις δὲ ἀγαθούς, εἰ τοὺς μὲν ἑκόντας παιδεύοις, τοὺς δὲ ἄκοντας ἔπειτα κεχειρωμένους ἀπολύοις. συμφεύξεται γὰρ τοῖς φυγοῦσιν ἡ μοχθηρία ἅμα καὶ ἡ δουλεία, συναπολειφθήσεται δὲ τοῖς συμμένουσί σοι ἡ χρηστότης καὶ ἡ ἐλευθερία. βέλτιον μετὰ ἑνὸς ἐλευθέρου ζῶντα ἄφοβον καὶ ἐλεύθερον ὑπάρχειν ἢ μετὰ πολλῶν δουλεύειν.