ἄριστον μέν, εἰ κἀν ταῖς παρασκευαῖς χειρουργῶν κἀν ταῖς τροφαῖς ἑστιώμενος κοινωνεῖς τοῖς θεραπεύουσι τῶν παρόντων. εἰ δὲ τὸ τοιόνδε δυσχερὲς τῷ καιρῷ ὑπάρχοι, μέμνησο, ὅτι μὴ κάμνων ὑπὸ καμνόντων ὑπουργῇ, ἐσθίων ὑπὸ μὴ ἐσθιόντων, πίνων ὑπὸ μὴ πινόντων, ἐσθίων λαλῶν ὑπὸ σιωπώντων, ἀνειμένος ὑπὸ συνεσταλμένων· καὶ οὔτε αὐτὸς φλεγμήνας ἄτοπον πείσῃ οὐθʼ ἕτερον ἀγριάνας χαλεπὸν ἐργάσῃ. ἐρίζειν καὶ φιλονεικεῖν πάντῃ μὲν ἀνοίκειον, μάλιστα δὲ ἐν ταῖς παρὰ πότον ὁμιλίαις ἀπρεπές. οὔτε γὰρ ἂν μεθύων νήφοντα διδάξειέ τις οὔτʼ αὖ μεθύων πρὸς νήφοντος πεισθείη. ἔνθα δʼ ἂν μὴ παρῇ πειθοῦς τέλος, εἰκῇ σε παρέχεις διατείνεσθαι.