οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυμία· οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισμός. κτησάμενος τοιγαροῦν τὸν λογισμὸν οὔτε πλούτου ἐπιθυμήσεις οὔτε πενίαν μέμψῃ. οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώμῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλʼ ἄμφω ἐπὶ ὠκύτητι, ὁ μὲν ποδῶν, ὁ δὲ πτερῶν. καὶ σὺ τοιγαροῦν μὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ μέγα ὀγκύλλου, ἀλλʼ ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ.