ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν. ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάμενος τούτου ἐπιμελοῦ.