6. (6). Μὴ οὕτως τὸ ἐκ τῆς δόξης αἰσχύνου, ὡς τὸ ἐκ τῆς ἀληθείας ἀπόφευγε. 7. (7). Εἰ θέλεις καλῶς ἀκούειν, μάθε καλῶς λέγειν· μαθὼν δὲ καλῶς λέγειν πειρῶ καλῶς πράττειν καὶ οὕτω καρπώσῃ τὸ καλῶς ἀκούειν. 8. (19). Ἐξέταζε σαυτόν, πότερα πλουτεῖν θέλεις ἢ εὐδαιμονεῖν. καὶ εἰ μὲν πλουτεῖν, ἴσθι, ὅτι οὔτε ἀγαθὸν οὔτε ἐπὶ σοὶ πάντῃ· εἰ δὲ εὐδαιμονεῖν, ὅτι καὶ ἀγαθὸν καὶ ἐπὶ σοί· ἐπεὶ τὸ μὲν τύχης ἐπίκαιρον δάνειον, τὸ δὲ † τῆς εὐδαιμονίας προαιρέσεως. 9. (20). Καθάπερ ἔχιν ἢ ἀσπίδα ἢ σκορπίον ἐν ἐλεφαντίνῃ ἢ χρυσῇ θεώμενος κίστῃ οὐ διὰ τὸ πολυτελὲς τῆς ὕλης ἀγαπᾷς καὶ εὐδαιμονίζεις, ἀλλʼ ὅτι λυμαντικὴ ἡ φύσις, ἐκτρέπῃ καὶ μυσάττῃ, οὕτω καὶ ἐπειδὰν ἐν πλούτῳ καὶ ὄγκῳ τύχης θεάσῃ κακίαν ἐνοῦσαν, μὴ καταπλαγῇς τὸ περιλαμπὲς τῆς ὕλης, ἀλλὰ καταφρόνει τῆς ἐν τῷ τρόπῳ κιβδηλίας. 10 (21). Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν.