Ἐπικτήτου. 58. (79), Ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεμάθανες τέχνην, ἐξέσται γάρ σοι, ὥσπερ ἐξεμάνθανες ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν. Τοῦ αὐτοῦ. 59. (80). Εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήμασι κοσμεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡμερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθημα.