50. (60). Μὴ πρότερον 〈ἐν〉 ἑτέρῳ δικαστηρίῳ δικάσῃς, πρὶν 〈ἂν〉 αὐτὸς παρὰ τῇ δίκῃ κριθῇς. 51. (61). Εἰ βούλει τὰς κρίσεις δικαίας ποιεῖσθαι, μηδένα τῶν δικαζομένων καὶ δικαιολογούντων ἐπιγίγνωσκε, ἀλλʼ αὐτὴν τὴν δίκην.