<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0557.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0557.tlg005.1st1K-grc1" n="38"><p rend="indent"><label>38. (44).</label> Εἰ βούλει δούλων ἐκτὸς ὑπάρχειν, αὐτὸς ἀἀπολύθητι δουλείας· ἔσῃ δʼ ἐλεύθερος, ἐὰν ἀπολυθῇς ἐπιθυμίας. οὔτε γὰρ Ἀριστείδης οὔτε Ἐπαμεινώνδας οὔτε Λυκοῦργος πλουτοῦντες καὶ δουλευόμενοι ὁ μὲν δίκαιος, ὁ δὲ σωτήρ, ὁ δὲ θεὸς ἀνηγορεύθησαν· ἀλλʼ ὅτι πενόμενοι τὴν Ἑλλάδα δουλείας ἀπέλυον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0557.tlg005.1st1K-grc1" n="39"><p rend="indent"><label>39. (45).</label> Εἰ βούλει σοι τὴν οἰκίαν εὖ οἰκεῖσθαι, μιμοῦ τὸν Σπαρτιάτην Λυκοῦργον. ὃν γὰρ τρόπον οὗτος οὐ τείχεσι τὴν πόλιν ἔφραξεν, ἀλλʼ ἀρετῇ τοὺς ἐνοικοῦντας ὠχύρωσε καὶ διαπαντὸς ἐτήρησεν ἐλευθέραν τὴν πόλιν, οὕτω καὶ σὺ μὴ μεγάλην αὐλὴν περιβάλλου καὶ πύργους ὑψηλοὺς ἀνίστα, ἀλλὰ τοὺς ἐνοικοῦντας εὐνοίᾳ καὶ πίστει καὶ φιλίᾳ στήριζε· καὶ οὐδὲν εἰς αὐτὴν εἰσελεύσεται βλαβερόν, οὐδʼ ἂν τὸ σύμπαν τῆς κακίας παρατάξηται στῖφος.</p></div></div></body></text></TEI>