26. (36). Οἱ τέττιγες μουσικοί, οἱ δὲ κοχλίαι ἄφωνοι· χαίρουσι δὲ οἱ μὲν ὑγραινόμενοι, οἱ δὲ ἀλεαινόμενοι· ἔπειτα προκαλεῖται τοὺς μὲν ἡ δρόσος καὶ ἐπὶ ταύτῃ ἐκδύνουσι, τοὺς δʼ αὖ διεγείρει ἀκμάζων ὁ ἥλιος καὶ ἐπʼ αὐτῷ ᾄδουσι. τοιγαροῦν εἰ βούλει μουσικὸς καὶ εὐάρμοστος ὑπάρχειν ἀνήρ, ἡνίκʼ ἂν ἐν τοῖς πότοις ὑπὸ τοῦ οἴνου δροσισθῇ ἡ ψυχή, τότε αὐτὴν μὴ ἔα προιοῦσαν μολύνεσθαι· ἀλλʼ ἡνίκʼ ἂν ἐν τοῖς συνεδρίοις ὑπὸ τοῦ λόγου διαπυρωθῇ, τότε θεσπίζειν καὶ ᾄδειν τὰ τῆς δικαιοσύνης κέλευε λόγια. 27. (37). Τὸν προσομιλοῦντα τριχῇ διασκοποῦ, ἢ ὡς ἀμείνονα ἢ ὡς ἥττονα ἢ ὡς ἴσον· καὶ εἰ μὲν ἀμείνονα, ἀκούειν χρὴ καὶ πείθεσθαι αὐτῷ· εἰ δὲ ἥττονα, πείθειν· εἰ δὲ ἴσον, συμφωνεῖν· καὶ οὔποτε ἁλώσῃ φιλονεικίας. 28. (38). Ἄμεινον τῇ ἀληθεία συγχωρήσαντα τὴν δόξαν νικᾶν ἢ τῇ δόξῃ συγχωρήσαντα πρὸς τῆς ἀληθείας ἡττᾶσθαι. 29. (39). Ζητῶν τὴν ἀλήθειαν οὐ ζητήσεις τὸ ἐκ παντὸς τρόπου νικᾶν καὶ εὑρὼν τὴν ἀλήθειαν ἕξεις τὸ μὴ νικᾶσθαι. 30. (40). Ἡ ἀλήθεια παρʼ αὑτῇ νικᾷ, ἡ δὲ δόξα παρὰ τοῖς ἔξω.