12. (23). Ἐν Πέρσαις μὲν γεννηθεὶς οὐκ 〈ἂν〉 ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλʼ αὐτόθι διάγων εὐτυχεῖν· ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλʼ οὐκ αὐτόθι μένων εὐτυχεῖν; 13. (24). Ὥσπερ ἐπὶ σμικροῦ σκίμποδος θλιβόμενον ὑγιαίνειν ἄμεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούμενον νοσεῖν, οὕτω καὶ ἐν μικρᾷ περιουσίᾳ βέλτιον συστελλόμενον εὐθυμεῖν ἢ ἐν μεγάλῃ τυγχάνοντα δυσθυμεῖν.