11. (22). Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάμενος τούτου ἐπιμελοῦ. 12. (23). Ἐν Πέρσαις μὲν γεννηθεὶς οὐκ 〈ἂν〉 ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλʼ αὐτόθι διάγων εὐτυχεῖν· ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλʼ οὐκ αὐτόθι μένων εὐτυχεῖν; 13. (24). Ὥσπερ ἐπὶ σμικροῦ σκίμποδος θλιβόμενον ὑγιαίνειν ἄμεινον ἢ ἐπὶ πλατείας κλίνης κυλινδούμενον νοσεῖν, οὕτω καὶ ἐν μικρᾷ περιουσίᾳ βέλτιον συστελλόμενον εὐθυμεῖν ἢ ἐν μεγάλῃ τυγχάνοντα δυσθυμεῖν. 14. (25). Οὐ πενία λύπην ἐργάζεται, ἀλλὰ ἐπιθυμία· οὐδὲ πλοῦτος φόβου ἀπαλλάττει, ἀλλὰ λογισμός. κτησάμενος τοιγαροῦν τὸν λογισμὸν οὔτε πλούτου ἐπιθυμήσεις οὔτε πενίαν μέμψῃ. 15. (26). Οὔτε ἵππος ἐπὶ φάτνῃ καὶ φαλάροις καὶ τάπησιν οὔτε ὄρνις ἐπὶ βρώμῃ καὶ καλιᾷ ὑψοῦται καὶ γαυριᾷ, ἀλλʼ ἄμφω ἐπὶ κύτητι, ὁ μὲν ποδῶν, ὁ δὲ πτερῶν. καὶ σὺ τοιγαροῦν μὴ ἐπὶ τροφῇ καὶ σκέπῃ καὶ ἁπλῶς τῇ ἔξωθεν περιουσίᾳ μέγα ὀγκύλλου, ἀλλʼ ἐπὶ χρηστότητι καὶ εὐποιίᾳ.