ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ διʼ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα. ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρειοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκονομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστʼ, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μιμοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν.