Ἐπικτήτου. θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε· οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον. θεοῖς θῦε μὴ ἡνίκα ἂν πλουτήσῃς, ἀλλʼ ἡνίκα ἂν φρονήσῃς, τὸ μὲν γὰρ πλουτεῖν καὶ τῶν κακοδαιμόνων, τὸ δὲ φρονεῖν μόνον ἴδιον εὐδαιμόνων. παρὰ θεῶν μὴ συνεχῆ αἴτει ὑγίειαν σώματος, ἀλλὰ διηνεκῶς λάμβανε σωφροσύνην ψυχῆς· καὶ οὔτε ῥᾳδίως νοσήσεις οὔτε νοσῶν δυσαρεστήσεις. μὴ ὧν ἐπιθυμεῖς ταῦτα παρὰ θεῶν αἴτει, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλαγῇς τῆς ἐπιθυμίας, τοῦτο ζήτει παρὰ θεῶν. τότε σου εἰσακούουσιν οἱ θεοί, ἡνίκα ἂν μὴ περὶ τῶν ἡδέων, ἀλλὰ περὶ τῶν καλῶν εὔχῃ. καὶ τότε σοι δώσουσι τὰ καλά, ἡνίκα μὴ ἡδονῇ, ἀλλʼ ἀρετῇ χαίρεις. μέμνησο παρὰ τῶν μεγάλων αἰτεῖν τὰ μεγάλα· μικρὰ γὰρ οὐκ ἂν δοῖεν. οὐδὲν θεοῦ μεῖζον καὶ ὑψηλότερον· εὐχόμενος τοιγαροῦν θεοῖς αἴτει τὰ θεῖα, ὧν οὐδὲν σάρκινον καὶ γήινον ψαύει πάθος. ὥσπερ μέλιτταν οὐ διὰ τὸ κέντρον μισεῖς, ἀλλὰ διὰ τὸν καρπὸν τημελεῖς, οὕτω καὶ φίλον μὴ διʼ ἐπίπληξιν ἀποστραφῇς, ἀλλὰ διὰ τὴν εὔνοιαν ἀγάπα.