Ἐοίκασιν οἱ κόλακες κηφῆσι· καὶ γὰρ ἀργοὶ καὶ ἄκεντροι καὶ τοὺς ἀλλοτρίους ἀναλίσκοντες καμάτους. οἱ φθονεροὶ σφηξί· καὶ γὰρ πληκτικοὶ καὶ ἄποροι καὶ ἀμετάδοτοι καὶ ἄχρ‹ε›ιοι. οἱ χρηστοὶ μελίτταις· καὶ γὰρ φιλόπονοι καὶ αὐτουργοὶ καὶ οἰκον ομικοὶ καὶ εὔποροι καὶ πρᾷοι καὶ ἐπιπληκτικοὶ καὶ κοινωνικοί. ὥστʼ, εἰ βούλει φίλος ὑπάρχων μετὰ πολλῶν διάγειν φίλων, μι μοῦ τὴν μέλιτταν· καθαρὸν ἔστω σοι τὸ σμῆνος κηφήνων καὶ σφηκῶν. Τοὺς εἰς φιλίαν σοι καθιέντας δοκίμαζε μὴ ἐξ ὧν σοι δω ροῦνται, ἀλλʼ ἐξ ὧν ἑαυτοῖς μνῶνται καὶ χαρίζονται καὶ κατεπ ηγγείλαντο καὶ διέθεσαν. Οὐ τὰ χρήματα φίλοι, ἀλλʼ ὁ φίλος χρήματα. καὶ χρήματα μὲν φιλίαν οὐδέποτʼ ἂν ἐργάσαιντο, ὥσπερ οὐδὲ γῇ θεόν· φιλία δὲ χρήματα καὶ ἄλλως ἂν κτήσαιτο, καθάπερ θεὸς γῆν.