Τοῦ αὐτοῦ καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν. Ἐπικτήτου. ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον. Τοῦ αὐτοῦ (Ἐπικλήτου) . τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει. τοῦ αὐτοῦ. Τοῦ αὐτοῦ εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο. οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.