ὁ Σωκράτης ἔλεγεν τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων; λογικῶν. τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων; ὑγιῶν. τί οὖν οὐ ζητεῖτε; ὅτι ἔχομεν. τί οὖν μάχεσθε καὶ διαφέρεσθε;