τέχνην ἔφη δὲ περὶ τὸ συγκατατίθεσθαι εὑρεῖν καὶ ἐν τῷ περὶ τὰς ὁρμὰς τόπῳ τὸ προσεκτικὸν φυλάσσειν, ἵνα μεθʼ ὑπεξαιρέσεως, ἵνα κοινωνικαί, ἵνα κατʼ ἀξίαν, καὶ ὀρέξεως μὲν παντάπασιν ἀπέχεσθαι, ἐκκλίσει δὲ πρὸς μηδὲν τῶν οὐκ ἐφʼ ἡμῖν χρῆσθαι. οὐ περὶ τοῦ τυχόντος οὖν, ἔφη, ἐστὶν ὁ ἀγών, ἀλλὰ περὶ τοῦ μαίνεσθαι ἢ μή. ὁ Σωκράτης ἔλεγεν τί θέλετε; λογικῶν ψυχὰς ἔχειν ἢ ἀλόγων; λογικῶν. τίνων λογικῶν; ὑγιῶν ἢ φαύλων; ὑγιῶν. τί οὖν οὐ ζητεῖτε; ὅτι ἔχομεν. τί οὖν μάχεσθε καὶ διαφέρεσθε; ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς· ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν· ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου Ἐπικτήτου. οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρμοστέον. τοῦ αὐτοῦ.