<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" n="22"><p rend="align(indent)">ὁ Ἀγριππῖνος ἡγεμονεύων ἐπειρᾶτο τοὺς καταδικαζομένους ὑπʼ αὐτοῦ πείθειν, ὅτι προσήκει αὐτοῖς καταδικασθῆναι. οὐ γὰρ ὡς πολέμιος αὐτοῖς, ἔφη, οὐδʼ ὡς λῃστὴς καταφέρω τὴν ψῆφον αὐτῶν, ἀλλʼ ὡς ἐπιμελητὴς καὶ κηδεμών, ὥσπερ καὶ ὁ ἰατρὸς τὸν τεμνόμενον παραμυθεῖται καὶ πείθει παρέχειν ἑαυτόν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" n="23"><p>Ἐπικτήτου.</p><p rend="align(indent)">θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν· εἰ γὰρ ἔδει πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη. τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα λειτουργοῦμεν καθʼ ἑκάστην ἡμέραν. νάττω τουτονὶ τὸν θύλακον· εἶτα κενῶ· τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν. διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων· ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ ὅμως ἠνειχόμην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται; — φιλῶ, φησιν, αὐτό. — οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν <del>αὐτὸ</del> ἡ φύσις σοι δέδωκεν; ἡ δʼ αὐτὴ λέγει <q>ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" n="24"><p>τοῦ αὐτοῦ.</p><p rend="align(indent)">ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπολιπεῖν προθυμίας καὶ ἐπιμελείας. θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" n="25"><p>Ἐπικτήτου.</p><p rend="align(indent)">ὅτῳ μετὰ ἀνατάσεως καὶ ἀπειλῆς ἐπιχειρεῖς, μέμνησο προλέγειν, ὅτι ἥμερος εἶ· καὶ
οὐδὲν ἄγριον δράσας ἀμετανόητος καὶ ἀνεύθυνος διαγενήσῃ. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg0557.tlg003.perseus-grc2" n="26"><p rend="align(indent)">ψυχάριον εἶ βαστάζον νεκρόν, ὡς Ἐπίκτητος ἔλεγεν. </p></div></div></body></text></TEI>