Ἐπικτήτου. εἰς συμπόσιον μὲν οὖν παρακληθέντες τῷ παρόντι χρώμεθα· εἰ δέ τις κελεύοι τὸν ὑποδεχόμενον ἰχθῦς αὐτῷ παρατιθέναι ἢ πλακοῦντας, ἄτοπος ἂν δόξειεν. ἐν δὲ τῷ κόσμῳ αἰτοῦμεν τοὺς θεούς, ἃ μὴ διδόασι, καὶ ταῦτα πολλῶν ὄντων, ἅ γε ἡμῖν δεδώκασι. τοῦ αὐτοῦ. χαρίεντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφʼ ἡμῖν. ἐγώ, φησί, κρείττων εἰμί σου· ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνῃ. ἄλλος λέγει ἐγὼ ὑπατικός εἰμι. ἄλλος ἐγὼ ἐπίτροπος· ἄλλος ἐγὼ οὔλας τρίχας ἔχω. ἵππος δʼ ἵππῳ οὐ λέγει ὅτι κρείττων εἰμί σου· πολὺν γὰρ κέκτημαι χιλὸν καὶ κριθὰς πολλὰς καὶ χαλινοί μοί εἰσι χρυσοῖ καὶ ἐφίππ ε ια ποικίλα, ἀλλʼ ὅτι ὠκύτερός σου εἰμί. καὶ πᾶν ζῷον κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἆρʼ οὖν ἀνθρώπου μόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τρίχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους; τῷ μὲν ἰατρῷ μηδὲν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ· πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ σωφρονήσειν, εἰ μηδὲν λέγοι τι πρὸς αὐτὸν τῶν χρησίμων; τοῦ αὐτοῦ. οἱ τὸ σῶμα εὖ διακείμενοι καὶ καύματα καὶ ψύχη ὑπομένουσιν· οὕτω δὲ καὶ οἱ τὴν ψυχὴν καλῶς διακείμενοι καὶ ὀργὴν καὶ λύπην καὶ περιχάρειαν καὶ τὰ ἄλλα πάθη φέρουσιν. Ἐπικτήτου. διὰ τοῦτο ἐπαινεῖν Ἀγριππῖνον δίκαιον, ὅτι πλείστου ἄξιος ἀνὴρ γενόμενος οὐδεπώποτε ἐπῄνεσεν ἑαυτόν, ἀλλʼ εἰ καὶ ἄλλος τις αὐτὸν ἐπῄνει, ἠρυθρία. οὗ τος δʼ, ἔφη, ὁ ἀνὴρ τοιοῦτος ἦν, ὥστε τοῦ συμβαίνοντος ἀεὶ ἑαυτῷ δυσκόλου ἔπαινον γράφειν· εἰ μὲν πυρέττοι, πυρετοῦ· εἰ δὲ ἀδοξοῖ, ἀδοξίας· εἰ δὲ φεύγοι, φυγῆς. καί ποτε μέλλοντι, ἔφη, αὐτῷ ἀριστήσειν ἐπέστη ὁ λέγων, ὅτι φεύγειν αὐτὸν κελεύει Νέρων, καὶ ὃς ἔφη οὐκοῦν, εἶπεν, ἐν Ἀρικίᾳ ἀριστήσομεν.