Ἀρριανοῦ. Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες. ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. ἀλλʼ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους. — τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; — ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι. — καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ μὲν γάρ φημι πολὺ αἱ διαφέρειν μᾶλλον ἀρετὴν † κακίας ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν. ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. τοὺς δυσχερεῖς δὲ φιλοσόφους εἰς μέσον ἄγοντες, οἷς οὐ δοκεῖ κατὰ φύσιν ἡδονὴ εἶναι, ἀλλʼ ἐπιγίγνεσθαι τοῖς κατὰ φύσιν, δικαιοσύνῃ, σωφροσύνῃ, ἐλευθερίᾳ. τί ποτʼ οὖν ἡ ψυχὴ ἐπὶ μὲν τοῖς τοῦ σώματος ἀγαθοῖς μικροτέροις οὖσι χαίρει καὶ γαληνιᾷ, ὥς φησιν Ἐπίκουρος, ἐπὶ δὲ τοῖς αὑτῆς ἀγαθοῖς μεγίστοις οὖσιν οὐχ ἥδεται; καίτοι καὶ δέδωκέ μοι ἡ φύσις αἰδῶ καὶ πολλὰ ὑπερυθριῶ, ὅταν τι ὑπολάβω αἰσχρὸν λέγειν. τοῦτό με τὸ κίνημα οὐκ ἐᾷ τὴν ἡδονὴν θέσθαι ἀγαθὸν καὶ τέλος τοῦ βίου. ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. ἐν Ῥώμῃ αἱ γυναῖκες μετὰ χεῖρας ἔχουσι τὴν Πλάτωνος Πολιτείαν, ὅτι κοινὰς ἀξιοῖ εἶναι τὰς γυναῖκας. τοῖς γὰρ ῥήμασι προσέχουσι τὸν νοῦν, οὐ τῇ διανοίᾳ τἀνδρός, ὅτι οὐ γαμεῖν κελεύων καὶ συνοικεῖν ἕνα μιᾷ εἶτα κοινὰς εἶναι βούλεται τὰς γυναῖκας, ἀλλʼ ἐξαιρῶν τὸν τοιοῦτον γάμον καὶ ἄλλο τι εἶδος γάμου εἰσφέρων. καὶ τὸ ὅλον οἱ ἄνθρωποι χαίρουσιν ἀπολογίας τοῖς ἑαυτῶν ἁμαρτήμασι πορίζοντες· ἐπεί τοι φιλοσοφία φησίν, ὅτι οὐδὲ τὸν δάκτυλον ἐκτείνειν εἰκῇ προσήκει. ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. εἰδέναι χρή, ὅτι οὐ ῥᾴδιον δόγμα παραγενέσθαι ἀνθρώπῳ, εἰ μὴ καθʼ ἑκάστην ἡμέραν τὰ αὐτὰ καὶ λέγοι τις καὶ ἀκούοι καὶ ἅμα χρῷτο πρὸς τὸν βίον.