ἐμέ τις ἠξίωκεν ὑπὲρ αὐτοῦ γράψαι εἰς τὴν Ῥώμην ὡς ἐδόκει τοῖς πολλοῖς ἠτυχηκὼς καὶ πρότερον μὲν ἐπιφανὴς ὢν καὶ πλούσιος, ὕστερον δʼ ἐκπεπτωκὼς ἁπάντων καὶ διάγων ἐνταῦθα. κἀγὼ ἔγραψα ὑπὲρ αὐτοῦ ταπεινῶς. ὁ δʼ ἀναγνοὺς τὴν ἐπιστολὴν ἀπέδωκέν μοι αὐτὴν καὶ ἔφη ὅτι ἐγὼ βοηθηθῆναί τι ὑπὸ σοῦ ἤθελον, οὐχὶ ἐλεηθῆναι· κακὸν δέ μοι οὐθέν ἐστιν. οὕτως καὶ Ῥοῦφος πειράζων μʼ εἰώθει λέγειν συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου. κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα τί οὖν ἔτι ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὑτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου λαμβάνων.