ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπʼ αὐτῇ. ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλʼ ἐκεῖνα αὐτῷ προσθεῖναι; οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδʼ ἀνεχόμενος, ἄν τις ἅπτηται τι αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν; τί οὖν; Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλʼ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν; τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα;