— ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵνʼ αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας. ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν, φημί, εἰ τὸ Καπιτώλιον κατέκαυσα, ὁ δʼ ἀνδράποδον, ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν. ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὑτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἁπλῶς βλέπειν τὸ καθʼ αὑτὸν καὶ οὐ καθʼ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα; ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς. καθʼ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν. οἷον φέρε τὸν τρόπον τοῦτον· εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον· οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας· οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον.