καὶ τίς ἔτι ἄλλος ἐστὶ λόγῳ χρηστικὸς καὶ δεινὸς ἐρωτήσει καὶ ἀποκρίσει καὶ νὴ Δία ἀνεξαπάτητός τε καὶ ἀσόφιστος; ἀλλὰ συγκαθήσει μέν, οὐκ ἐπιστραφήσεται δὲ τοῦ μὴ εἰκῇ καὶ ὡς ἔτυχεν ἀναστρέφεσθαι ἐν λόγῳ; καὶ πῶς ἔτι ἔσται τοιοῦτος οἷον αὐτὸν ἐπινοοῦμεν; ἀλλʼ ἄνευ τινὸς τοιαύτης γυμνασίας καὶ παρασκευῆς φυλάττειν οἷός τʼ ἐστὶ τὸ ἑξῆς; τοῦτο δεικνύτωσαν καὶ παρέλκει τὰ θεωρήματα ταῦτα πάντα, ἄτοπα ἦν καὶ ἀνακόλουθα τῇ προλήψει τοῦ σπουδαίου. τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθʼ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὑτῶν λόγον;