καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δʼ ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ; τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν; τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν; μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα. ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν· ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν