— τί οὖν; ὀρθῶς φαίνει σαυτῷ ταῦτα πεποιηκέναι; — φυσικῶς, ἔφη. — ἀλλὰ μὴν τοῦτό με πεῖσον, ἔφη, σύ, διότι φυσικῶς, καὶ ἐγώ σε πείσω, ὅτι πᾶν τὸ κατὰ φύσιν γινόμενον ὀρθῶς γίνεται. — τοῦτο, ἔφη, πάντες ἢ οἵ γε πλεῖστοι πατέρες πάσχομεν. — οὐδʼ ἐγώ σοι ἀντιλέγω, ἔφη, ὅτι οὐ γίνεται, τὸ δʼ ἀμφισβητούμενον ἡμῖν ἐκεῖνό ἐστιν, εἰ ὀρθῶς. ἐπεὶ τούτου γʼ ἕνεκα καὶ τὰ φύματα δεῖ λέγειν ἐπʼ ἀγαθῷ γίνεσθαι τοῦ σώματος, ὅτι γίνεται, καὶ ἁπλῶς τὸ ἁμαρτάνειν εἶναι κατὰ φύσιν, ὅτι πάντες σχεδὸν ἢ οἵ γε πλεῖστοι ἁμαρτάνομεν. δεῖξον οὖν μοι σύ, πῶς κατὰ φύσιν ἐστίν. — οὐ δύναμαι, ἔφη· ἀλλὰ σύ μοι μᾶλλον δεῖξον, πῶς οὐκ ἔστι κατὰ φύσιν οὐδʼ ὀρθῶς γίνεται. — καὶ ὅς· ἀλλʼ εἰ ἐζητοῦμεν, ἔφη, περὶ λευκῶν καὶ μελάνων, ποῖον ἂν κριτήριον παρεκαλοῦμεν πρὸς διάγνωσιν αὐτῶν; — τὴν ὅρασιν, ἔφη. — τί δʼ εἰ περὶ θερμῶν καὶ ψυχρῶν καὶ σκληρῶν καὶ μαλακῶν, ποῖόν τι; — τὴν ἁφήν. —