— ἔστω, ἔφη. — τί οὖν; ἀφεῖναι νοσοῦν τὸ παιδίον καὶ ἀφέντα ἀπελθεῖν ὅτι μὲν οὐκ εὐλόγιστον οὐκ οἶμαί σʼ ἀντερεῖν. ὑπολείπεται δʼ ἡμᾶς σκοπεῖν εἰ φιλόστοργον. — σκοπῶμεν δή. — ἆρʼ οὖν σὺ μὲν ἐπειδὴ φιλοστόργως διέκεισο πρὸς τὸ παιδίον, ὀρθῶς ἐποίεις φεύγων καὶ ἀπολείπων αὐτό; ἡ μήτηρ δʼ οὐ φιλοστοργεῖ τὸ παιδίον; — Φιλοστοργεῖ μὲν οὖν. — οὐκοῦν ἔδει καὶ τὴν μητέρα ἀφεῖναι αὐτὸ ἢ οὐκ ἔδει; — οὐκ ἔδει. — τί δʼ ἡ τιτθή; στέργει αὐτό; — στέργει, ἔφη. — ἔδει οὖν κἀκείνην ἀφεῖναι αὐτό; — οὐδαμῶς. — τί δʼ ὁ παιδαγωγός; οὐ στέργει αὐτό; — στέργει. — ἔδει οὖν κἀκεῖνον ἀφέντα ἀπελθεῖν, εἶθʼ οὕτως ἔρημον καὶ ἀβοήθητον ἀπολειφθῆναι τὸ παιδίον διὰ τὴν πολλὴν φιλοστοργίαν τῶν γονέων ὑμῶν καὶ τῶν περὶ αὐτὸ ἢ ἐν ταῖς χερσὶν τῶν οὔτε στεργόντων οὔτε κηδομένων ἀποθανεῖν; — μὴ γένοιτο. — καὶ μὴν ἐκεῖνό γε ἄνισον καὶ ἄγνωμον, ὅ τις αὑτῷ προσῆκον οἴεται διὰ τὸ φιλόστοργος εἶναι, τοῦτο τοῖς ὁμοίως φιλοστοργοῦσιν μὴ ἐφιέναι;