— κἀγὼ ἔλεγον αὐτῷ ὅτι οὐ ποιήσεις, ἀλλʼ ὀσφρανθεὶς μόνον τῆς Ῥώμης ἁπάντων τούτων ἐπιλήσῃ. ἂν δὲ καὶ εἰς αὐλὴν πάροδός τις δίδωται, ὅτι χαίρων καὶ τῷ θεῷ εὐχαριστῶν ὤσεται. — ἄν μʼ εὕρῃς, ἔφη, Ἐπίκτητε, τὸν ἕτερον πόδα εἰς τὴν αὐλὴν τιθέντα, ὃ βούλει ὑπολάμβανε. νῦν οὖν τί ἐποίησεν; πρὶν ἐλθεῖν εἰς τὴν Ῥώμην, ἀπήντησαν αὐτῷ παρὰ Καίσαρος πινακίδες· ὁ δὲ λαβὼν πάντων ἐκείνων ἐξελάθετο καὶ λοιπὸν ἓν ἐξ ἑνὸς ἐπισεσώρευκεν. ἤθελον αὐτὸν νῦν παραστὰς ὑπομνῆσαι τῶν λόγων, οὓς ἔλεγεν παρερχόμενος, καὶ εἰπεῖν ὅτι πόσῳ σοῦ ἐγὼ κομψότερος μάντις εἰμί. τί οὖν; ἐγὼ λέγω, ὅτι ἄπρακτόν ἐστι τὸ ζῷον; μὴ γένοιτο. ἀλλὰ διὰ τί ἡμεῖς οὐκ ἐσμὲν πρακτικοί;