ἀρκῇ οὖν αὐτοῖς; εὔχομαι δὲ τοῖς θεοῖς. νῦν δʼ ἑνὸς δυνάμενοι ἐπιμελεῖσθαι καὶ ἑνὶ προσηρτηκέναι ἑαυτοὺς μᾶλλον θέλομεν πολλῶν ἐπιμελεῖσθαι καὶ πολλοῖς προσδεδέσθαι καὶ τῷ σώματι καὶ τῇ κτήσει καὶ ἀδελφῷ καὶ φίλῳ καὶ τέκνῳ καὶ δούλῳ. ἅτε οὖν πολλοῖς προσδεδεμένοι βαρούμεθα ὑπʼ αὐτῶν καὶ καθελκόμεθα. διὰ τοῦτο, ἂν ἄπλοια ᾖ, καθήμεθα σπώμενοι καὶ παρακύπτομεν συνεχῶς· τίς ἄνεμος πνεῖ; βορέας. τί ἡμῖν καὶ αὐτῷ; πότε ὁ ζέφυρος πνεύσει; ὅταν αὐτῷ δόξῃ, ὦ βέλτιστε, ἢ τῷ Αἰόλῳ. σὲ γὰρ οὐκ ἐποίησεν ὁ θεὸς ταμίαν τῶν ἀνέμων, ἀλλὰ τὸν Αἴολον. τί οὖν; δεῖ τὰ ἐφʼ ἡμῖν βέλτιστα κατασκευάζειν, τοῖς δʼ ἄλλοις χρῆσθαι ὡς πέφυκεν. πῶς οὖν πέφυκεν; ὡς ἂν ὁ θεὸς θέλῃ.