<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="4"><p rend="align(indent)">Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθι<note xml:lang="mul">ἴθι Mayor. ἴσθι MS.</note> δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς<note xml:lang="mul">εὐσταθῶς Wilamowitz. ἀσταθῶς MS.</note> καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος <note xml:lang="mul">νόσος Barnard. νόσου MS.</note> τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας<note xml:lang="mul">χορηγουμένας Stählin. χορηγουμένῃ MS.</note> σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν.</p></div></div></body></text></TEI>