<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="2"><p rend="align(indent)">Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα, καὶ προσηγορίαι γλυκεῖαι· αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν. λάλει δὲ περιεσκεμμένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν <pb xml:id="v3_222" resp="Stählin"/> ἀκουόντων τὸ φθέγμα μετρῶν,<note xml:lang="mul">μετρῶν J. A. Robinson. μέτρον MS.</note> ἄχρι ἂν<note xml:lang="mul">ἂν Wilamowitz. δὴ MS.</note> καὶ ἐξάκουστον ᾖ,<note xml:lang="mul">ᾖ Wilamowitz. εἴη MS.</note> καὶ μήτε διαφεῦγον<note xml:lang="mul">διαφεῦγον Wilamowitz. διαφεύγων MS.</note> τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, μήτε ὑπερβάλλον<note xml:lang="mul">ὑπερβάλλον Wilamowitz. ὑποβάλλων MS.</note> μείζονι τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως καὶ μεταξὺ <add>τῶν</add><note xml:lang="mul"><add>τῶν</add> inserted by Barnard.</note> τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ<note xml:lang="mul">σαυτοῦ Stählin. αὐτοῦ MS.</note> δεῖ γὰρ ἀνὰ<note xml:lang="mul">ἀνὰ Barnard. ἔνα MS.</note> μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι’ αἰδῶ. ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ’ αὐτῶν καὶ γελωτοποιός· ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραίτου· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν <add>ὡς</add><note xml:lang="mul"><add>ὡς</add> inserted by Schwartz.</note> πρᾷός τε καὶ μεγαλόψυχος ἀνήρ.</p></div></div></body></text></TEI>