<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="1"><p rend="align(indent)"><pb xml:id="v3_221" resp="Stählin"/><note xml:lang="eng">This is fragment 44</note>Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ· οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν<note xml:lang="mul">σκοτεινὸν ὁρῶν J. A. Robinson. σκοτεινῶν ὄρων MS.</note> οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος. τὸν γὰρ νοῦν δεῖ τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐπὶ ἡσύχου θρόνου<note xml:lang="mul">θρόνου Barnard. θρόνον MS.</note> καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲν ὀξυχολίας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ νωθρὸς<note xml:lang="mul">μηδὲ νωθρὸς Barnard. μὴ δὲν ωθὸς MS.</note> ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμῇ καὶ θειῶδές τι <pb xml:id="p.372"/> καὶ ἱερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.</p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="2"><p rend="align(indent)">Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα, καὶ προσηγορίαι γλυκεῖαι· αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν. λάλει δὲ περιεσκεμμένως ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρείᾳ τῶν <pb xml:id="v3_222" resp="Stählin"/> ἀκουόντων τὸ φθέγμα μετρῶν,<note xml:lang="mul">μετρῶν J. A. Robinson. μέτρον MS.</note> ἄχρι ἂν<note xml:lang="mul">ἂν Wilamowitz. δὴ MS.</note> καὶ ἐξάκουστον ᾖ,<note xml:lang="mul">ᾖ Wilamowitz. εἴη MS.</note> καὶ μήτε διαφεῦγον<note xml:lang="mul">διαφεῦγον Wilamowitz. διαφεύγων MS.</note> τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος, μήτε ὑπερβάλλον<note xml:lang="mul">ὑπερβάλλον Wilamowitz. ὑποβάλλων MS.</note> μείζονι τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδέν ποτε λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως καὶ μεταξὺ <add>τῶν</add><note xml:lang="mul"><add>τῶν</add> inserted by Barnard.</note> τοῦ ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ<note xml:lang="mul">σαυτοῦ Stählin. αὐτοῦ MS.</note> δεῖ γὰρ ἀνὰ<note xml:lang="mul">ἀνὰ Barnard. ἔνα MS.</note> μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι’ αἰδῶ. ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ’ αὐτῶν καὶ γελωτοποιός· ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραίτου· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν <add>ὡς</add><note xml:lang="mul"><add>ὡς</add> inserted by Schwartz.</note> πρᾷός τε καὶ μεγαλόψυχος ἀνήρ.</p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="3"><p rend="align(indent)">Κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, <pb xml:id="p.374"/> καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τινὶ τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ’ ἡμέραν πολλάκις <del>μὲν</del><note xml:lang="mul">πολλάκις <del>μὲν</del> αφτερ ἡμέραν Stählin: after θεῷ δὲ MS.</note> μὲν ἀνθρώποις κοίνου τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ· μὴ γὰρ ὕπνος σε ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος. μέτοχος Χριστοῦ ἀεὶ καθίστασο <add>τοῦ</add><note xml:lang="mul"><add>τοῦ</add> inserted by Barnard.</note> τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ Χριστός.</p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="4"><p rend="align(indent)">Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ ποτῶν ἀνέσει, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ καιρός· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα· ἴθι<note xml:lang="mul">ἴθι Mayor. ἴσθι MS.</note> δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς<note xml:lang="mul">εὐσταθῶς Wilamowitz. ἀσταθῶς MS.</note> καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος <note xml:lang="mul">νόσος Barnard. νόσου MS.</note> τις ἴασιν ἐπὶ ταύτην ἄγοι. ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας<note xml:lang="mul">χορηγουμένας Stählin. χορηγουμένῃ MS.</note> σοφίᾳ, οὐράνιός τε ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν.</p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg0555.tlg008.perseus-grc2" n="5"><p rend="align(indent)">Καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοί γε τὰ <pb xml:id="v3_223" resp="Stählin"/> <pb xml:id="p.376"/> ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια. τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται· ὡς μέλη δὲ αὑτοῦ<note xml:lang="mul">Barnard and Stählin insert τὰ σώματα after αὑτοῦ.</note> τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ. διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ὅταν ὁλοψύχῳ προθέσει ποιῶμεν τὰς αὐτοῦ ἐντολάς.</p></div></div></body></text></TEI>