Αὐτίκα ὁ κύριος μετὰ τὸ βάπτισμα σαλεύεται εἰς ἡμέτερον τύπον καὶ γίνεται πρῶτον »μετὰ θηρίων« ἐν τῇ ἐρήμῳ, εἶτα κρατήσας τούτων καὶ τοῦ ἄρχοντος αὐτῶν, ὡς ἂν ἤδη βασιλεὺς ἀληθής, ὑπ᾿ ἀγγέλων ἤδη διακονεῖται. ὁ γὰρ ἀγγέλων ἐν σαρκὶ κρατήσας εὐλόγως ὑπ᾿ ἀγγέλων ἤδη δουλεύεται. δεῖ οὖν ὡπλίσθαι τοῖς κυριακοῖς ὅπλοις ἔχοντας τὸ σῶμα καὶ τὴν ψυχὴν ἄτρωτον, »ὅπλοις σβέσαι τὰ βέλη τοῦ διαβόλου δυναμένοις«, ὥς φησιν ὁ ἀπόστολος.