καθὸ καὶ ὁ Δαβὶδ λέγει »κάθου ἐκ δεξιῶν μου« καὶ τὰ ἑξῆς. κάθηται δὲ μέχρι συντελείας. »ἵνα ἴδωσιν εἰς ὃν ἐξεκέντησαν«. ἐξεκέντησαν δὲ τὸ φαινόμενον, ὃ ἦν σὰρξ τοῦ ψυχικοῦ. »ὀστοῦν γὰρ αὐτοῦ οὐ συντριβήσεται« φησί· καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τὴν ψυχὴν ὀστοῦν ἠλληγόρησεν ἡ προφητεία. αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ πάσχοντος τοῦ σώματος ἑαυτὴν εἰς τὰς χεῖρας τοῦ πατρὸς παρακατέθετο. τὸ δ᾿ ἐν τῷ ὀστέῳ πνευματικὸν οὐκέτι παρακατατίθεται, ἀλλ᾿ αὐτὸς σῴζει.