Σπέρμα μὲν οὖν πρῶτον τὸ παρὰ τῆς τεκούσης ἐνεδύσατο, οὐ χωρηθείς. ἀλλὰ χωρήσας αὐτὸ δυνάμει. ὃ κατὰ μικρὸν μορφοῦται διὰ γνώσεως· κατὰ δὲ τὸν Τόπον γενόμενος εὗρεν Ἰησοῦς Κριστὸν ἐνδύσασθαι τὸν προκεκηρυγμένον, ὃν κατήγγελλον οἱ προφῆται καὶ ὁ νόμος. ὄντα εἰκόνα τοῦ Σωτῆρος. ἀλλὰ καὶ οὗτος ὁ ψυχικὸς Χριστός. ὃν ἐνεδύσατο, ἀόρατος ἦν. ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον. ἐφ᾿ ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ αἰσθητοῦ σώματος ἀνέχεσθαι. σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐκγατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον.