Μετὰ τὴν τοῦ θανάτου τοίνυν βασιλείαν μεγάλην μὲν καὶ εὐπρόσωπον τὴν ἐπαγγελίαν πεποιημένην. οὐδὲν δὲ ἧττον διακονίαν θανάτου γεγενημένην. πάσης ἀπειπούσης ἀρχῆς καὶ θεότητος ὁ μέγας ἀγωνιστὴς Ἰησοῦς [Χριστὸς] ἐν ἑαυτῷ δυνάμει τὴν ἐκκλησίαν ἀναλαβών. τὸ ἐκλεκτὸν καὶ τὸ κλητόν, τὸ μὲν παρὰ τῆς τεκούσης τὸ πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν. [ὃ] ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι᾿ αὐτῶν καὶ τὰ τούτοις ὁμοούσια. »εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· εἰ ἡ ῥίζα ἁγία. καὶ οἱ κλάδοι.«