εἰ δὲ καὶ ἐκ ψυχικοῦ ἔσπειρεν καὶ ἐκ πνευματικοῦ καθάπερ ἐξ ὑλικοῦ, πάντες ἂν ἴσοι καὶ δίκαιοι ἐγεγόνεισαν καὶ ἐν πᾶσιν ἂν ἡ διδαχὴ ἦν. διὰ τοῦτο πολλοὶ μὲν οἱ ὑλικοί, οὐ πολλοὶ δὲ οἱ ψυχικοί· σπάνιοι δὲ οἱ πνευματικοί. τὸ μὲν οὖν πνευματικὸν φύσει σῳζόμενον. τὸ δὲ ψυχικὸν αὐτεξούσιον ὂν ἐπιτηδειότητα ἔχει πρός τε πίστιν καὶ ἀφθαρσίαν καὶ πρὸς ἀπιστίαν καὶ φθορὰν κατὰ τὴν οἰκείαν αἵρεσιν, τὸ δὲ ὑλικὸν φύσει ἀπόλλυται. ὅταν οὖν τὰ ψυχικὰ »ἐγκεντρισθῇ τῇ καλλιελαίῳ« εἰς πίστιν καὶ ἀφθαρσίαν καὶ μετάσχῃ »τῆς πιότητος τῆς ἐλαίας«. καὶ ὅταν »εἰσέλθῃ τὰ ἔθνη«. τότε »οὕτω πᾶς Ἰσραὴλ σωθήσεται«. Ἰσραὴλ δὲ ἀλληγορεῖται ὁ πνευματικὸς ὁ ὀψόμενος τὸν θεὸν ὁ τοῦ πιστοῦ Ἀβραὰμ υἱὸς γνήσιος ὁ »ἐκ τῆς ἐλευθέρας«. οὐχ ὁ »κατὰ σάρκα«, ὁ ἐκ τῆς δούλης τῆς Αἰγυπτίας. Γίνεται οὖν ἐκ τῶν γενῶν τῶν τριῶν τοῦ μὲν μόρφωσις τοῦ πνευματικοῦ, τοῦ δὲ μετάθεσις τοῦ ψυχικοῦ ἐκ δουλείας εἰς ἐλευθερίαν. Μετὰ τὴν τοῦ θανάτου τοίνυν βασιλείαν μεγάλην μὲν καὶ εὐπρόσωπον τὴν ἐπαγγελίαν πεποιημένην. οὐδὲν δὲ ἧττον διακονίαν θανάτου γεγενημένην. πάσης ἀπειπούσης ἀρχῆς καὶ θεότητος ὁ μέγας ἀγωνιστὴς Ἰησοῦς [Χριστὸς] ἐν ἑαυτῷ δυνάμει τὴν ἐκκλησίαν ἀναλαβών. τὸ ἐκλεκτὸν καὶ τὸ κλητόν, τὸ μὲν παρὰ τῆς τεκούσης τὸ πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν. [ὃ] ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι᾿ αὐτῶν καὶ τὰ τούτοις ὁμοούσια. »εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· εἰ ἡ ῥίζα ἁγία. καὶ οἱ κλάδοι.« Σπέρμα μὲν οὖν πρῶτον τὸ παρὰ τῆς τεκούσης ἐνεδύσατο, οὐ χωρηθείς. ἀλλὰ χωρήσας αὐτὸ δυνάμει. ὃ κατὰ μικρὸν μορφοῦται διὰ γνώσεως· κατὰ δὲ τὸν Τόπον γενόμενος εὗρεν Ἰησοῦς Κριστὸν ἐνδύσασθαι τὸν προκεκηρυγμένον, ὃν κατήγγελλον οἱ προφῆται καὶ ὁ νόμος. ὄντα εἰκόνα τοῦ Σωτῆρος. ἀλλὰ καὶ οὗτος ὁ ψυχικὸς Χριστός. ὃν ἐνεδύσατο, ἀόρατος ἦν. ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον. ἐφ᾿ ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ αἰσθητοῦ σώματος ἀνέχεσθαι. σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐκγατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον. Τὸ οὖν »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ« τὴν τοῦ σώματος τοῦ κυρίου γένεσιν λέγει, »δύναμις δὲ ὑψίστου ἐπισκιάσει σοι« τὴν μόρφωσιν δηλοῖ τοῦ θεοῦ, ἣν ἐνετύπωσεν τῷ σώμα τι ἐν τῇπαρθένῳ. Ὅτι μὲν οὖν αὐτὸς ἕτερος ἦν ὧν ἀνείληφεν. δῆλον ἐξ ὧν ὁμολογεῖ·