Τοῖς τρισὶν ἀσωμάτοις ἐπὶ τοῦ Ἀδὰμ τέταρτον ἐπενδύεται ὁ χοϊκὸς τοὺς »δερματίνους χιτῶνας«. οὔτ᾿ οὖν ἀπὸ τοῦ πνεύματος οὔτ᾿ οὖν ἀπὸ τοῦ ἐμφυσήματος σπείρει ὁ Ἀδάμ· θεῖα γὰρ ἄμφω. καὶ δι᾿ αὐτοῦ μέν, οὐχ ὑπ᾿ αὐτοῦ δέ, προβάλλεται ἄμφω· τὸ δὲ ὑλικὸν αὐτοῦ ἐνεργὸν εἰς σπέρμα καὶ γένεσιν, ὡς ἂν τῷ σπέρματι συγκεκραμένον καὶ ταύτης ἐν ζωῇ τῆς ἁρμονίας ἀποστῆναι μὴ δυνάμενον. κατὰ τοῦτο πατὴρ ἡμῶν ὁ Ἀδάμ. »ὁ πρῶτος[δ᾿] ἄνθρωπος ἐκ γῆς χοϊκός«.