Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει θεοῦ· ὅθεν ἐν τῷ παραδείσῳ, τῷ τετάρτῳ οὐρανῷ, δημιουργεῖται· ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ᾿ ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική. ταῦτα σημαίνει »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου«, τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν, »καὶ σὰρξ ἐκ τῆς σαρκός μου«, τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς. περὶ τούτων τῶν δυεῖν καὶ ὁ σωτὴρ λέγει φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα τὸ ψυχικὸν ἐν γεέννῃ ἀπολέσαι«. Τοῦτο τὸ σαρκίον »ἀντίδικον« ὁ σωτὴρ εἶπεν καὶ ὁ Παῦλος »νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου«, καὶ »δῆσαι« παραινεῖ καὶ »ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη«, τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ. ὁ σωτήρ, καὶ »ἀπηλλάχθαι αὐτοῦ« παραινεῖ »κατὰ τὴν ὁδόν, μὴ τῇ φυλακῇ περιπέσωμεν καὶ τῇ κολάσει«· ὁμοίως δὲ καὶ »εὐνοεῖν« αὐτῷ, μὴ τρέφοντας καὶ ῥωννύντας τῇ τῶν ἁμαρτημάτων ἐξουσίᾳ, ἀλλ᾿ ἐντεῦθεν νεκροῦντας ἤδη καὶ ἐξίτηλον ἀποφαίνοντας ἀποχῇ τῆς πονηρίας, ἵνα ἐν τῇ διαλύσει ταύτῃ διαφορηθὲν καὶ διαπνεῦσαν λάθῃ, ἀλλὰ μὴ καθ᾿ αὑτό τινος ὑποστάσεως λαβόμενον, τὴν ἰσχὺν ἔχῃ παράμονον ἐν τῇ διὰ πυρὸς διεξόδῳ. Τοῦτο » ζιζάνιον« ὀνομάζεται συμφυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι, τοῦτο καὶ σπέρμα τοῦ διαβόλου ὡς ὁμοούσιον ἐκείνῳ καὶ ὄφις καὶ διαπτερνιστὴς καὶ λῃστὴς ἐπιτιθέμενος κεφαλῇ βασιλέως. ἔσχεν δὲ ὁ Ἀδὰμ ἀδήλως αὐτῷ ὑπὸ τῆς Σοφίας ἐνσπαρὲν τὸ σπέρμα τὸ πνευματικὸν εἰς τὴν ψυχήν· »διαταγείς«, φησί, »δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ θεὸς εἶς ἐστιν.« δι᾿ ἀγγέλων οὖν τῶν ἀρρένων τὰ σπέρματα ὑπηρετεῖται τὰ εἰς γένεσιν προβληθέντα ὑπὸ τῆς Σοφίας, καθὸ ἐγχωρεῖ γίνεσθαι. ἅτε γὰρ Δημιουργὸς ἀδήλως κινούμενος ὑπὸ τῆς Σοφίας οἴεται αὐτοκίνητος εἶναι ὁμοίως καὶ οἱ ἄνθρωποι. πρῶτον οὖν σπέρμα πνευματικὸν τὸ ἐν τῷ Ἀδὰμ προέβαλεν ἡ Σοφία, ἵνα ᾖ τὸ ὀστοῦν. ἡ λογικὴ καὶ οὐρανία ψυχή, μὴ κενή, ἀλλὰ μυελοῦ γέμουσα πνευματικοῦ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ τρεῖς φύσεις γεννῶνται, πρώτη μὲν ἡ ἄλογος. ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη δὲ ἡ πνευματική. ἧς ἦν Σήθ. καὶ ὁ μὲν χοϊκός ἐστι »κατ᾿ εἰκόνα«. ὁ δὲ ψυχικὸς »καθ᾿ ὁμοίωσιν« θεοῦ, ὁ δὲ πνευματικὸς κατ᾿ ἰδίαν, ἐφ᾿ οἷς τρισὶν ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδὰμ εἴρηται· »αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.« ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά· καὶ τοῦτον, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου«, ἄνω βλέποντα. οὗ »τὸ πολίτευμα ἐν οὐρανῷ«, τοῦτον ὁ κόσμος οὐ χωρεῖ. Τοῖς τρισὶν ἀσωμάτοις ἐπὶ τοῦ Ἀδὰμ τέταρτον ἐπενδύεται ὁ χοϊκὸς τοὺς »δερματίνους χιτῶνας«. οὔτ᾿ οὖν ἀπὸ τοῦ πνεύματος οὔτ᾿ οὖν ἀπὸ τοῦ ἐμφυσήματος σπείρει ὁ Ἀδάμ· θεῖα γὰρ ἄμφω. καὶ δι᾿ αὐτοῦ μέν, οὐχ ὑπ᾿ αὐτοῦ δέ, προβάλλεται ἄμφω· τὸ δὲ ὑλικὸν αὐτοῦ ἐνεργὸν εἰς σπέρμα καὶ γένεσιν, ὡς ἂν τῷ σπέρματι συγκεκραμένον καὶ ταύτης ἐν ζωῇ τῆς ἁρμονίας ἀποστῆναι μὴ δυνάμενον. κατὰ τοῦτο πατὴρ ἡμῶν ὁ Ἀδάμ. »ὁ πρῶτος[δ᾿] ἄνθρωπος ἐκ γῆς χοϊκός«.